Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.148 Joseph. AJ 5.154 (English) >>Joseph. AJ 5.158

5.151ἐπέσχε δʼ αὐτοὺς γερουσία πείσασα μὴ δεῖν ὀξέως οὕτως πρὸς τοὺς ὁμοφύλους ἐκφέρειν πόλεμον πρὶν λόγοις διαλεχθῆναι περὶ τῶν ἐγκλημάτων, τοῦ νόμου μηδʼ ἐπὶ τοὺς ἀλλοτρίους ἐφιέντος δίχα πρεσβείας καὶ τοιαύτης πρὸς τὸ μετανοῆσαι πείρας τοὺς δόξαντας ἀδικεῖν στρατιὰν ἀγαγεῖν· 5.152καλῶς οὖν ἔχει τῷ νόμῳ πειθομένους πρὸς τοὺς Γαβαηνοὺς ἐξαιτοῦντας τοὺς αἰτίους ἐκπέμψαι καὶ παρεχομένων μὲν ἀρκεῖσθαι τῇ τούτων κολάσει, καταφρονησάντων δὲ τότε τοῖς ὅπλοις αὐτοὺς ἀμύνασθαι. 5.153πέμπουσιν οὖν πρὸς τοὺς Γαβαηνοὺς κατηγοροῦντες τῶν νεανίσκων τὰ περὶ τὴν γυναῖκα καὶ πρὸς τιμωρίαν αἰτοῦντες τοὺς δράσαντας μὲν οὐ νόμιμα, γενομένους δὲ δικαίους ἀντʼ αὐτῶν ἐκείνων ἀποθανεῖν. 5.154οἱ δὲ Γαβαηνοὶ οὔτε τοὺς νεανίσκους ἐξέδοσαν καὶ δεινὸν ἀλλοτρίοις ὑπακούειν προστάγμασιν ἡγοῦντο πολέμου φόβῳ μηδενὸς ἀξιοῦντες εἶναι χείρους ἐν τοῖς ὅπλοις μήτε διὰ πλῆθος μήτε διʼ εὐψυχίαν. ἦσαν δὲ ἐν παρασκευῇ μεγάλῃ καὶ τῶν ἄλλων φυλετῶν, συναπενοήθησαν γὰρ αὐτοῖς ὡς ἀμυνούμενοι βιαζομένους. 5.155

Ὡς δὲ τοιαῦτα τοῖς Ἰσραηλίταις τὰ παρὰ τῶν Γαβαηνῶν ἀπηγγέλθη, ὅρκους ποιοῦνται μηδένα σφῶν ἀνδρὶ Βενιαμίτῃ δώσειν πρὸς γάμον θυγατέρα στρατεύσειν τε ἐπʼ αὐτούς, μᾶλλον αὐτοῖς διʼ ὀργῆς ὄντες τοῖς Χαναναίοις τοὺς προγόνους ἡμῶν παρειλήφαμεν γενομένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.148 Joseph. AJ 5.154 (English) >>Joseph. AJ 5.158

Powered by PhiloLogic